Ancient Greek · ~2 min
247b . Ἄλλως. (C. 39.)
Aesopus Scr. Fab. et Aesopica, Fables 247b . Ἄλλως. (C. 39.)
Not analysed yet
Λέων καὶ ἄρκτος βρῶμά τι εὑρόντες ἐν ἕλει, περὶ τούτου ἐμάχοντο. Δεινῶς οὖν ὑπʼ ἀλλήλων κατακοπέντες ἐσκοτίσθησαν ἐκ τῆς πολλῆς μάχης, καὶ ἔκειντο ἡμιθανεῖς. Ἀλώπηξ δὲ περιϊοῦσα καὶ θεασαμένη πεπτωκότας, ἰδοῦσα καὶ τὸ βρῶμα κείμενον ἐν μέσῳ, ἄρασα τοῦτο δρομαῖος ᾤχετο. Οἱ δὲ ἰδόντες αὐτὴν καὶ μὴ δυνάμενοι ἀναστῆναι, εἶπον· „ἄθλιοι ὄντως ἡμεῖς, ὅτι διʼ ἀλώπεκα ἐμαχόμεθα. “Ὁ μῦθος δηλοῖ, ὅτι πολλοὶ κοπιῶντες καὶ μοχθοῦντες ἑτέροις κέρδος προσκτῶνται.