Ancient Greek · ~3 min
251. Λέων καὶ Δελφίς. (S. 143. C.222. F.297.)
Aesopus Scr. Fab. et Aesopica, Fables 251. Λέων καὶ Δελφίς. (S. 143. C.222. F.297.)
Not analysed yet
Λέων ἔν τινι αἰγιαλῷ πλαζόμενος, ὡς ἐθεάσατο δελφῖνα παρακύψαντα, ἐπὶ συμμαχίαν παρεκάλεσε, λέγων, ὅτι ἁρμόζει μάλιστα φίλους ἑαυτοὺς καὶ βοηθοὺς γενέσθαι· „σὺ μὲν γὰρ τῶν θαλαττίων ζώων, αὐτὸς δὲ τῶν χερσαίων εἰμὶ βασιλεύς. “Τοῦ δὲ ἀσμένως ἐπινεύσαντος, ὁ λέων μετʼ οὐ πολὺν χρόνον τινὰ μάχην ἔχων πρὸς ταῦρον ἄγριον προσεκάλει τὸν δελφῖνα εἰς βοήθειαν· ὡς δὲ ἐκεῖνος βουλόμενος ἐκβῆναι τῆς θαλάσσης οὐκ ἡδύνατο, ᾐτιᾶτο αὐτὸν ὁ λέων ὡς προδότην. Ὁ δὲ ὑποτυχὼν εἶπεν· „ἀλλὰ μὴ ἐμὲ μέμφου, τὴν φύσιν δὲ, ἥτις με θαλάσσιον ποιήσασα γῆς οὐκ ἐᾷ ἐπιβῆναι. “Ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ φιλίαν σπενδομένους τοιούτους ἐπιλέγεσθαι συμμάχους, οἳ ἐν τοῖς κινδύνοις πανταχοῦ παρεῖναι δύνανται.