Ancient Greek · ~1 min
252. Λέων θυμωθεὶς καὶ Δορκάς. (C. 348. B.90.)
Aesopus Scr. Fab. et Aesopica, Fables 252. Λέων θυμωθεὶς καὶ Δορκάς. (C. 348. B.90.)
Not analysed yet
Λέοντα δορκὰς ὡς ἴδεν μεμηνότα, „ὦ μοῖρα θηρῶν“ εἶπεν „ἀθλιωτάτη· εἰ σωφρονεῖν γὰρ δυσκάθεκτος εἶ λέων, πῶς νῦν μανεὶς οὐ μεστὰ δράσεις δακρύων; “Ὅτι ἐξουσίαν ἔχοντα οὐ δεῖ θυμοῦσθαι.