Ancient Greek · ~4 min
255. Λέων, Λύκος καὶ Ἀλώπηξ. (C.72. F. 233.)
Aesopus Scr. Fab. et Aesopica, Fables 255. Λέων, Λύκος καὶ Ἀλώπηξ. (C.72. F. 233.)
Not analysed yet
Λέων γηράσας ἐνόσει κατακεκλιμένος ἐν ἂντρῳ· παρῆσαν δʼ ἐπισκεψόμενα τὸν βασιλέα πλὴν ἀλώπεκος τἄλλα τῶν ζώων. Ὁ τοίνυν λύκος λαβόμενος εὐκαιρίας, κατηγόρει παρὰ τῷ λέοντι τῆς ἀλώπεκος, ἅτε δὴ παρʼ οὐδὲν τιθεμένης τὸν πάντων αὐτῶν κρατοῦντα, καὶ διὰ ταῦτα μηδʼ εἰς ἐπίσκεψιν ἀφιγμένης. Ἐν τοσούτῳ δὲ παρῆν καὶ ἡ ἀλώπηξ, καὶ τῶν τελευταίων ἠκροάσατο τοῦ λύκου ῥημάτων. Ὁ μὲν οὖν λέων κατʼ αὐτῆς ἐβρυχᾶτο· ἡ δʼ ἀπολογίας καιρὸν αἰτήσασα „καὶ τίς σε“ ἔφη ,,τῶν συνελθόντων τοσοῦτον ὠφέλησεν, ὅσον ἐγὼ, πανταχόσε περινοστήσασα καὶ θεραπείαν ὑπὲρ σοῦ παρʼ ἰατροῦ ζητήσασα καὶ μαθοῦσα ; “Τοῦ δὲ λέοντος εὐθὺς τὴν θεραπείαν εἰπεῖν κελεύσαντος, ἐκείνη φησίν· „εἰ λύκον ζῶντα ἐκδείρας τὴν αὐτοῦ δορὰν θερμὴν ἀμφιέσῃ. “Καὶ τοῦ λύκου αὐτίκα νεκροῦ κειμένου, ἡ ἀλώπηξ γελῶσα εἶπεν οὕτως· „οὐ χρὴ τὸν δεσπότην πρὸς δυσμένειαν παρακινεῖν, ἀλλὰ πρὸς εὐμένειαν. “Ὁ μῦθος δηλοῖ, ὅτι ὁ καθʼ ἑτέρου μηχανώμενος καθʼ ἑαυτοῦ τὴν πάγην περιτρέπει.