Ancient Greek · ~2 min
254. Λέων καὶ Λαγωός (S. 146. C. 224. F. 97.)
Aesopus Scr. Fab. et Aesopica, Fables 254. Λέων καὶ Λαγωός (S. 146. C. 224. F. 97.)
Not analysed yet
Λέων ἐπιτυχὼν λαγωῷ κοιμωμένῳ τοῦτον ἔμελλε καταφαγεῖν· μεταξὺ δὲ θεασάμενος ἔλαφον παριοῦσαν, ἀφεὶς τὸν λαγωὸν ἐκείνην ἐδίωκεν. Ὁ μὲν οὖν ἀπὸ τῶν ψόφων ἐξαναστὰς ἔφυγεν· ὁ δὲ λέων, ἐπὶ πολὺ διώξας τὴν ἔλαφον, ἐπειδὴ καταλαβεῖν οὐκ ἠδυνήθη, ἐπανῆλθεν ἐπὶ τὸν λαγωόν· εὑρὼν δὲ καὶ αὐτὸν πεφευγότα ἔφη· „ἀλλʼ ἔγωγε δίκαια πέπονθα, ὅτι ἀφεὶς τὴν ἐν χερσὶ βορὰν, ἐλπίδα μείζονα προὔκρινα. “Οὕτως ἔνιοι τῶν ἀνθρώπων μὴ μετρίοις κέρδεσιν ἐπαρκούμενοι λανθάνουσι καὶ τὰ ἐν χερσὶ προϊέμενοι.