Ancient Greek · ~1 min
257. Λέων, Μῦς καὶ Ἀλώπηξ [ἢ Λέων μῦν φοβηθείς]. (F. 95. C. p. 374. S. 144. B. 82.)
Aesopus Scr. Fab. et Aesopica, Fables 257. Λέων, Μῦς καὶ Ἀλώπηξ [ἢ Λέων μῦν φοβηθείς]. (F. 95. C. p. 374. S. 144. B. 82.)
Not analysed yet
Λέοντος κοιμωμένου, μῦς τῷ στόματι περιέδραμεν. Ο δὲ ἐξαναστὰς πανταχοῦ περιειλίττετο, ζητῶν τὸν προσεληλυθότα. Ἀλώπηξ δὲ αὐτὸν θεασαμένη ὠνείδιζεν, εἰ λέων ὤν ἐφοβήθη μῦν. Ὁ δέ φησιν· „ἀλλὰ κατὰ τῆς γνώμης αὐτοῦ τὴν ὀργὴν ἔχω. “Ὁ λόγος διδάσκει, τοὺς φρονίμους τῶν ἀνθρώπων μηδὲ τῶν μετρίων πραγμάτων καταφρονεῖν.