Ancient Greek · ~1 min
257b . Ἄλλως. (C. 218.)
Aesopus Scr. Fab. et Aesopica, Fables 257b . Ἄλλως. (C. 218.)
Not analysed yet
Λέων ποτὲ καύματος ὥρᾳ ἐν τινι σπηλαίῳ ἀνεπαύετο. Μυὸς δὲ διὰ τῆς χαίτης αὐτοῦ διαδραμόντος, ταραχθεὶς καὶ ἐξαναστὰς φοβερὸν ἀπέβλεπεν. Ἀλώπεκος δὲ καταγελώσης εἶπεν· „οὐ τὸν μῦν ἐφοβήθην, ἀλλὰ τὴν κακὴν ὁδὸν καὶ συνήθειαν ἀνατρέπω. “Ὅτι τῇ κακῇ συνηθείᾳ οὐ δεῖ παρέχειν ἄδειαν· νομὴν γὰρ λαβοῦσα λύπην ἐσχάτην ποιεῖ.