Ancient Greek · ~2 min
262. Λέων καὶ Ταῦρος. (S. 141. C. 227 e p. 377. F. 92. B. 97.)
Aesopus Scr. Fab. et Aesopica, Fables 262. Λέων καὶ Ταῦρος. (S. 141. C. 227 e p. 377. F. 92. B. 97.)
Not analysed yet
Λέων ταύρῳ παμμεγέθει ἐπιβουλεύων ἠβουλήθη αὐτοῦ περιγενέσθαι· διόπερ πρόβατον τεθυκέναι φήσας πρὸς ἑστίασιν αὐτὸν ἐκάλεσε, βουλόμενος κατακλιθέντα αὐτὸν καταγωνίσασθαι. Ὁ δὲ ἐλθὼν καὶ θεασάμενος λέβητας πολλοὺς καὶ ὀβελίσκους μεγάλους, τὸ δὲ πρόβατον οὐδαμοῦ, μηδὲν εἰπὼν ἀπηλλάττετο. Τοῦ δὲ λέοντος αἰτιωμένου αὐτὸν καὶ τὴν αἰτίαν πυνθανομένου, διʼ ἣν οὐδὲν δεινὸν παθὼν ἀλόγως ἄπεισιν, ἔφη· „ἀλλʼ ἔγωγε οὐ μάτην ποιῶ· ὁρῶ γὰρ κατασκευὴν οὐχ ὡς εἰς πρόβατον, ἀλλʼ εἰς ταῦρον ἡτοιμασμένην. “Ὁ λόγος δηλοῖ, ὅτι τοὺς φρονίμους τῶν ἀνθρώπων αἱ τῶν πονηρῶν τέχναι οὐ λανθάνουσι.