Ancient Greek · ~4 min
263. Λέων καὶ Ταῦρος. (C. 339. F. 410.)
Aesopus Scr. Fab. et Aesopica, Fables 263. Λέων καὶ Ταῦρος. (C. 339. F. 410.)
Not analysed yet
Λέων ποτὲ ταῦρον ὁρᾷ, καὶ τροφῆς μὲν ἐρᾷ, τὰς δὲ τῶν κεράτων δειδίττεται προσβολὰς, καὶ τὸ φάρμακον εὑρὼν οὐ θεραπεύει τὸ πάθος· νικᾷ μὲν αὐτὸν ὁ λιμὸς, καὶ τῷ ταύρῳ κελεύει συμπλέκεσθαι, ἀλλʼ ἐκφοβεῖ τῶν κεράτων τὸ μέγεθος. Τέλος πείθεται τῷ λιμῷ, καὶ φιλίαν πλασάμενος εἰς ἀπάτην τὸν ταῦρον ὑπέρχεται· ὅπου γὰρ τὸ κακὸν πρόχειρον, καὶ τὸ ἀνδρεῖον πεφόβηται· κἂν ἴδῃ τὸ βίᾳ κρατεῖν οὐκ ἀκίνδυνον νον, τὸ λάθρᾳ σοφίζεται. „Ἐγὼ γοῦν“ φησὶν „ἐπαινῶ σου τὸ καρτερὸν, ὑπεράγαμαι τὸ κάλλος, ὁποῖος μὲν εἶ τὴν κεφαλὴν, ὁποῖος δὲ τὴν μορφὴν, ὅσος δὲ τοὺς πόδας, ὅσος δὲ τὰς ὁπλάς· ἀλλʼ ὅσον ἐπὶ τῆς κεφαλῆς φέρεις τὸ ἄχθος. Περίελε γοῦν οὕτω ματαίαν ἐπιπλοκὴν, καί σοι καὶ κόσμος ἔσται τῆς κεφαλῆς, καὶ βάρους ἀπαλλαγὴ, καὶ πρὸς τὸ κρεῖττον μεταβολή. Τί δὲ καὶ δεῖ σοι κεράτων, εἰρήνης οὔσης πρὸς λέοντας; “Πείθεται τούτοις ὁ ταῦρος, καὶ τὴν ἐκ τῶν ὅπλων ἰσχὺν ἀποβαλὼν, τῷ λέοντι λοιπὸν εὐχείρωτος ἦν καὶ δεῖπνον ἀκίνδυνον. Οὕτω τὸ πείθεσθαι τοῖς ἐχθροῖς μετὰ τῆς ἀπάτης φέρει καὶ κίνδυνον.