Ancient Greek · ~2 min
265. Λιθουργὸς καὶ Ἑρμῆς. (B.30.)
Aesopus Scr. Fab. et Aesopica, Fables 265. Λιθουργὸς καὶ Ἑρμῆς. (B.30.)
Not analysed yet
Γλύψας ἐπώλει λύγδινόν τις Ἑρμείην· τὸν δʼ ἠγόραζον ἄνδρες, ὃς μὲν εἰς στήλην (υἱὸς γὰρ αὐτῷ προσφάτως ἐτεθνήκει), ὁ δὲ χειροτέχνημʼ ὡς θεὸν καθιδρύσων. ἦν δʼ ὀψέ, χὡ λιθουργὸς οὐκ ἐπεπράκει, συνθέμενος αὐτοῖς εἰς τὸν ὄρθρον οὖ δεῖξαι ἐλθοῦσιν. ὁ δὲ λιθουργὸς εἶτεν ὑπνώσας αὐτὸν τὸν Ἑρμῆν ἐν πύλαις ὀνειρείαις εἶδεν λέγοντα· „τἀμὰ νῦν ταλαντεύῃ· ἢ γάρ με νεκρὸν ἢ θεὸν σὺ ποιήσεις. “