Ancient Greek · ~2 min
264. Λῃστὴς καὶ Συκάμινος. (S.150. F. 100. C. 400.)
Aesopus Scr. Fab. et Aesopica, Fables 264. Λῃστὴς καὶ Συκάμινος. (S.150. F. 100. C. 400.)
Not analysed yet
Λῃστὴς ἐν ὁδῷ τινα ἀποκτείνας, ἐπειδὴ παρὰ τῶν ἐπιτυχόντων ἐδιώκετο, καταλιπὼν αὐτὸν ἔφυγε. Τῶν δὲ ἄντικρυς ὁδευόντων πυνθανομένων αὐτοῦ, τίνι μεμολυσμένας ἔχοι τὰς χεῖρας, ἔλεγεν ἀπὸ συκαμίνου καταβεβηκέναι· καὶ ὡς ταῦτα ἔλεγεν, οἱ διώκοντες αὐτὸν ἐπελθόντες καὶ συλλαβόμενοι εἰς τινα συκάμινον αὐτὸν ἐσταύρωσαν. Ἠ δὲ συκάμινος ἔφη· „ἀλλʼ ἔγωγε οὐκ ἄχθομαι πρὸς τὸν σὸν θάνατον ὑπηρετοῦσα· καὶ γὰρ ὅν αὐτὸς φόνον κατειργάσω, τοῦτον εἰς ἐμὲ †ἐξαιμά- τωσας. “Οὕτως πολλάκις καὶ οἱ φύσει χρηστοὶ, ὅταν ὑπὸ τινῶν ὡς φαῦλοι διαβάλλωνται, κατʼ αὐτῶν πονηρεύεσθαι οὐκ ὀκνοῦσι.