Ancient Greek · ~1 min
269. Λύκοι, Πρόβατα καὶ Κριός. (C. 238. F.304. B.93.)
Aesopus Scr. Fab. et Aesopica, Fables 269. Λύκοι, Πρόβατα καὶ Κριός. (C. 238. F.304. B.93.)
Not analysed yet
Λύκοι πρέσβεις ἔστειλαν τοῖς προβάτοις, εἰρήνην ποιῆσαι μετʼ αὐτῶν διηνεκῆ, εἰ τοὺς κύνας λάβωσι καὶ διαφθείρωσι. Τὰ μωρὰ δὲ πρόβατα συνέθεντο τοῦτο ποιῆσαι· ἀλλά τις γέρων κριὸς εἶπεν· „πῶς ὑμῖν πιστεύσω καὶ συνοικήσω, ὅπου, καὶ τῶν κυνῶν φυλαττόντων με, ἀκινδύνως νέμεσθαι οὐ δυνατόν ἐστι; Ὅτι οὐ δεῖ τινα ἀσφαλείας τῆς ἑαυτοῦ γυμνωθῆναι, τοῖς ἀκαταλλάκτοις ἐχθροῖς διʼ ὅρκων πεισθέντα.