Ancient Greek · ~2 min
270. Λύκος καὶ Αἴξ. (S. 154. C.230 et p.379. F. 103.)
Aesopus Scr. Fab. et Aesopica, Fables 270. Λύκος καὶ Αἴξ. (S. 154. C.230 et p.379. F. 103.)
Not analysed yet
Λύκος θεασάμενος αἶγα ἐπί τινος κρημνοῦ νεμομένην, ἐπειδὴ οὐκ ἠδύνατο αὐτῆς ἐφικέσθαι, παρῄνει αὐτῇ κατωτέρω καταβῆναι, μὴ καὶ πέσῃ λαθοῦσα, λέγων, ὡς καὶ λειμῶνές (εἰσι) παρʼ αὐτῷ, καὶ ἡ πόα φαιδροτέρα. Ἡ δὲ πρὸς αὐτὸν ἔφη· „ἀλλʼ οὐκ ἐμὲ ἐπὶ νομὴν καλεῖς, αὐτὸς δὲ τροφῆς ἀπορεῖς. “Οὕτω καὶ τῶν ἀνθρώπων οἱ πονηροὶ, ὅταν παρὰ τοῖς εἰδόσι πονηρεύωνται, ἀνόνητοι τῶν τεχνασμάτων γίνονται.