Ancient Greek · ~1 min
271. Λύκος καὶ Ἀλώπηξ. (C. 232. F. 301. B. 53.)
Aesopus Scr. Fab. et Aesopica, Fables 271. Λύκος καὶ Ἀλώπηξ. (C. 232. F. 301. B. 53.)
Not analysed yet
Εἰς λύκον ἀλώπηξ ἐνέπεσεν· ἐδυσώπει δὲ ὡς γραῦν αὐτὴν οὖσαν μὴ ἀποκτεῖναι. Ὁ δὲ λύκος ἔφη· „ἐὰν τρεῖς λόγους ἀληθεῖς εἴπῃς μοι, ἀπολυθήσῃ. “Ἡ δὲ εἶπεν· „εἴθε μή σοι συνήντησα,“ καὶ „μηδαμῶς τῇ ὥρᾳ ταύτῃ ζήσαις,“ καὶ „μήπως πάλιν συναντήσαις μοι. “Ὅτι ἐν περιστάσει τις ἐμπεσών, καὶ τὰς κεκρυμμέωας τῆς ψυχῆς βουλὰς ἐξάγει.