Ancient Greek · ~2 min
272. Λύκος καὶ Ἀλώπηξ. (F. 360. C. 410. B. 101.)
Aesopus Scr. Fab. et Aesopica, Fables 272. Λύκος καὶ Ἀλώπηξ. (F. 360. C. 410. B. 101.)
Not analysed yet
Λύκος τις ἁδρὸς ἐν λύκοις ἐγεννήθη, λέοντα δʼ αὐτὸν ἐπεκάλουν· ὁ δʼ ἀγνώμων τὴν δόξαν οὐκ ἤνεγκε, τῶν δὲ συμφύλων ἀποστατήσας τοῖς λέουσιν ὡμίλει. κερδὼ δʼ ἐπισκώπτουσα „μὴ φρενωθείην“ ἔφη „τοσοῦτον, ὡς σὺ νῦν ἐτυφώθης· σὺ γὰρ ὡς ἀληθῶς ἐν λύκοις λέων φαίνῃ, ἐν δʼ οὖ λεόντων συγκρίσει λύκος γίγνῃ. “Πρὸς τοὺς ὑπὸ τῶν κολάκων οὐκ ὀρθῇ κρίσει ἐπαινουμένους καὶ μέγα φρονοῦντας, ἐλεγχομένους δὲ ἑαυτοὺς ἐπιγινώσκοντας.