Ancient Greek · ~1 min
273. Λύκος καὶ Ἀρνίον. (F. 107. C. 228 et p. 378.)
Aesopus Scr. Fab. et Aesopica, Fables 273. Λύκος καὶ Ἀρνίον. (F. 107. C. 228 et p. 378.)
Not analysed yet
Λύκος ἀρνίον ἐδίωκε· τὸ δὲ εἴς τι ἱερὸν κατέφυγε. Προσκαλουμένου δὲ αὐτὸ τοῦ λύκου, καὶ λέγοντος, ὅτι θυσιάσει αὐτὸ ὁ ἱερεὺς, εἰ καταλάβῃ, τῷ θεῷ, ἐκεῖνο ἔφη· „ἀλλʼ αἱρετώτερόν μοί ἐστι θεοῦ θυσία γενέσθαι, ὑπὸ σοῦ διαφθαρῆναι. Ὁ λόγος δηλοῖ, ὅτι οἷς ἐπίκειται τὸ ἀποθανεῖν, κρείττων ἐστὶν ὁ μετὰ δόξης θάνατος.