Ancient Greek · ~2 min
274b . Ἄλλως. Λύκος καὶ Ἀρήν. (S. 152. C. 229.)
Aesopus Scr. Fab. et Aesopica, Fables 274b . Ἄλλως. Λύκος καὶ Ἀρήν. (S. 152. C. 229.)
Not analysed yet
Λύκος θεασάμενος ἄρνα ἀπό τινος ποταμοῦ πίνοντα, τοῦτον ἠβουλήθη μετά τινος εὐλόγου αἰτίας καταθοινήσασθαι. Διόπερ στὰς ἀνωτέρω ᾐτιᾶτο αὐτὸν ὡς θολοῦντα τὸ ὕδωρ, καὶ πίνειν αὐτὸν οὐκ ἐῶντα. Τοῦ δὲ λέγοντος, ὡς ἄκροις τοῖς χείλεσι πίνει, καὶ ἄλλως οὐ δυνατὸν, αὐτοῦ ἑστῶτος κάτω, ἐπάνω ταράσσειν τὸ ὕδωρ, ὁ λύκος ἀποτυχὼν ταύτης τῆς αἰτίας ἔφη· „ἀλλὰ πέρυσι τὸν πατέρα μου ἐλοιδόρησας. “Εἰπόντος δὲ ἐκείνου, μηδέπω τότε γεννηθῆναι, ὁ λύκος ἔφη πρὸς αὐτόν· „κἂν σὺ ἀπολογιῶν εὐπορῇς, ἐγώ σε οὐχ ἧττον κατέδομαι. “Ὁ λόγος δηλοῖ, ὅτι οἷς πρόθεσίς ἐστιν ἀδικεῖν, παρʼ αὐτοῖς οὐδὲ δικαία ἀπολογία ἰσχύει.