Ancient Greek · ~3 min
274. Λύκος καὶ Ἀρνός. (F. 101. C. 229 e p.378. B.89.)
Aesopus Scr. Fab. et Aesopica, Fables 274. Λύκος καὶ Ἀρνός. (F. 101. C. 229 e p.378. B.89.)
Not analysed yet
Λύκος ἄρνα εὑρὼν πεπλανημένον, οὐκ ἀφήρπασε χειρὶ δυνατωτάτῃ, ἀλλʼ ἠθέλησε μετʼ εὐλόγου αἰτίας τοῦτον φαγεῖν. Εἶπε δὲ πρὸς αὐτὸν τοιαῦτα· „πέρυσι σὺ πολλὰ καθύβρισάς με. “Ὁ δὲ πρὸς αὐτὸν θρηνῳδῶν ἀνεβόα· „ἔγωγʼ οὐκ ἐν τούτῳ γεγένημαι τῷ χρόνῳ. “Καὶ ὁ λύκος εἶπε πρὸς αὐτόν· „τὴν ἄρουράν μου νέμῃ. “Ὁ δʼ ἀρνὸς ἔφη· ,,ἀκμὴν τροφὴν οὐκ εἶ- δον. Πάλιν ὁ λύκος· ,,ἐκ τῆς πηγῆς μου πίνεις. “Ὁ δὲ „οὔπω πέπωκα ὕδωρ“ προσεῖπεν αὐτῷ· „τῆς γὰρ μητρός μου τὸ γάλα ἡ τροφή μου καὶ τὸ πόμα μου. “Ὁ δὲ συλλαβὼν καὶ φαγὼν τοῦτον, εἶπεν· „ἀλλʼ ἐμὼ τέως ἄδειπνος οὐ μενῶ, εἰ καὶ σὺ ἀφορμὴν ἐμὴν πᾶσαν λύεις. “Ὁ μῦθος δηλοῖ, ὅτι γνώμην κακούργου καὶ πλεονέκτου λόγος οὐ πείθει, κἂν ἀληθὴς τυγχάνῃ.