Ancient Greek · ~2 min
275b. Ἄλλως. (S. 155.)
Aesopus Scr. Fab. et Aesopica, Fables 275b. Ἄλλως. (S. 155.)
Not analysed yet
Λύκος λιμώττων περιῄει ζητῶν ἑαυτῷ τροφήν. Ὡς δὲ ἐγένετο κατά τινα τόπον, ἀκούσας γραὸς παιδὶ κλαίοντι ἀπειλουμένης, ὡς, ἂν μὴ παύσηται, βαλεῖ λύκῳ, οἰόμενος ἀληθεύειν προσέμενεν. Ἑσπέρας δὲ γενομένης, ὡς οὐδὲν τοῖς λόγοις ἀκόλουθον ἐγένετο, ἀπαλλαττόμενος ἔφη· „ἐν ταύτῃ τῇ ἐπαύλει οἱ ἄνθρωποι ἄλλα μὲν λέγουσιν, ἄλλα δὲ ποιοῦσιν. “Ὁ λόγος ἁρμόσει τοῖς μὴ τοῖς λόγοις τὰ ἔργα ἔχουσιν ἑπόμενα.