Ancient Greek · ~1 min
275c. Ἄλλως. (C. 138, c. B.16.)
Aesopus Scr. Fab. et Aesopica, Fables 275c. Ἄλλως. (C. 138, c. B.16.)
Not analysed yet
Αἰτοῦντι τροφὴν νηπίῳ καὶ κλαίοντι ἠπείλησε γραῦς, εἰ μὴ ἡσυχάσαι, τῷ λύκῳ ῥῖψαι. Ὁ δὲ λύκος, τὴν γραῦν ἀληθεύειν νομίσας, ἐκαρτέρησε μέχρις ἑσπέρας πεινῶν, μηδὲν λαβών. Εἰς δὲ τὴν σύνοικον ἐλθὼν ἠρωτᾶτο, πῶς οὐδὲν ἄρας ἦλθεν, ὡς ἀεί. Ὁ δʼ εἶπε· „πῶς γάρ τις πιστεύσας γυναικί; “