Ancient Greek · ~2 min
276. Λύκος καὶ Ἐρωδιός. (S. 153. B. 94.)
Aesopus Scr. Fab. et Aesopica, Fables 276. Λύκος καὶ Ἐρωδιός. (S. 153. B. 94.)
Not analysed yet
Λύκος καταπιὼν ὀστοῦν περιῄει ζητῶν τὸν ἰασόμενον. Περιτυχὼν δὲ ἐρωδιῷ, τοῦτον παρεκάλει ἐπὶ μισθῷ τὸ ὀστοῦν ἐξελεῖν· κἀκεῖνος καθεὶς τὴν ἑαυτοῦ κεφαλὴν εἰς τὸν φάρυγγα αὐτοῦ τὸ ὀστοῦν ἐξέσπασε, καὶ τὸν ὁμολογηθέντα μισθὸν ἐξῄτει. Ὁ δὲ λύκος γελάσας καὶ τοὺς ὀδόντας θήξας φησίν· „ἀρκεῖ σοι καὶ τὸ μόνον σῴαν ἐξελεῖν τὴν κεφαλήν. “Ὁ λόγος δηλοῖ, ὅτι μεγίστη παρὰ τοῖς πονηροῖς εὐεργεσία τὸ μὴ προσαδικεῖσθαι ὑπʼ αὐτῶν.