Ancient Greek · ~1 min
278. Λύκος καὶ Κύων. (F. 361. C. 411. B. 99.)
Aesopus Scr. Fab. et Aesopica, Fables 278. Λύκος καὶ Κύων. (F. 361. C. 411. B. 99.)
Not analysed yet
Λύκος ἐν κλοιῷ δεδεμένον ὁρῶν μέγιστον κύνα ἤρετο· „δήσας τίς σʼ ἐξέθρεψε τοῦτον; “Ὁ δὲ ἔφη· „κυνηγός. “,,Ἀλλὰ τοῦτο μὴ πάθοι· λύκος (ἔφη) „ἐμοὶ φίλος· λιμὸς γὰρ ἡ κλοιοῦ βαρύτης. “Ὁ λόγος δηλοῖ τὸ ἐν ταῖς συμφοραῖς οὐδὲ γαστρίζεσθαι.