Ancient Greek · ~1 min
279. Λύκος καὶ Λέων. (C. 234. F. 303 et 416. B. 105.)
Aesopus Scr. Fab. et Aesopica, Fables 279. Λύκος καὶ Λέων. (C. 234. F. 303 et 416. B. 105.)
Not analysed yet
Λύκος ποτὲ ἄρας πρόβατον ἐκ ποιμνίου, ἐκόμιζεν αὐτὸ εἰς κοίτην· λέων δὲ αὐτῷ συναντήσας, ἀφείλετο τὸ πρόβατον. Ὁ δὲ πόῤῥωθεν σταθεὶς εἶπεν· „ἀδίκως ἀφείλου τὸ ἐμόν. “Ὁ δὲ λέων γελάσας ἔφη· „σοὶ γὰρ δικαίως ὑπὸ φίλου ἐδόθη; “Τοὺς ἅρπαγας καὶ πλεονέκτας λῃστὰς, ἐν ἑνὶ πταίσματι κειμένους καὶ ἀλλήλους μεμφομένους, ὁ λόγος ἐλέγχει.