Ancient Greek · ~1 min
280. Λύκος καὶ Λέων. (F. 359. C. 409.)
Aesopus Scr. Fab. et Aesopica, Fables 280. Λύκος καὶ Λέων. (F. 359. C. 409.)
Not analysed yet
Λύκος πλανώμενός ποτʼ ἐν ἐρήμοις τόποις, κλίνοντος ἤδη πρὸς δύσιν Ὑπερίονος, δολιχὴν ἑαυτοῦ τὴν σκιὰν ἰδὼν ἔφη· „λέοντʼ ἐγὼ δέδοικα, τηλικοῦτος ὤν, πλέθρου τʼ ἔχων τὸ μῆκος; οὐ θηρῶν ἁπλῶς πάντων δυνάστης ἀθρόων γενήσομαι; “λύκον δὲ γαυρωθέντα καρτερὸς λέων ἑλὼν κατήσθιʼ· ὁ δʼ ἐβόησε μετανοῶν· „οἴησις ἡμῖν πημάτων παραιτία. “