Ancient Greek · ~2 min
279b. Ἄλλως. Λύκος, Ἀρνίον καὶ Λέων. (F. 362. C. p.379.)
Aesopus Scr. Fab. et Aesopica, Fables 279b. Ἄλλως. Λύκος, Ἀρνίον καὶ Λέων. (F. 362. C. p.379.)
Not analysed yet
Λύκος δήποτε ἄρας ἀρνίον ἐκ ποίμνης ἀπεκόμιζεν εἰς τὴν ἰδίαν κοίτην· λέων δὲ τούτῳ ἐξαίφνης συναντήσας, ἦρεν ἐξ αὐτοῦ τὸ ἀρνίον. Στὰς δὲ πόῤῥωθεν πρὸς αὐτὸν ταῦτα λέγει· „ἵνα τί, ἄναξ, ἐξ ἐμοῦ τοῦτο ἦρας; πῶς δὲ οὐ τηρεῖς τοὺς θεσμοὺς τοὺς ἀρχαίους, τοῦ μὴ τυραννεῖν χειρὶ δυνατωτάτῃ, ἀλλὰ πάντοτε ἐκδικεῖν τοῖς ἀπόροις; “Ὁ δὲ γελάσας πρὸς αὐτὸν ταῦτα λέγει· „σὺ δὲ, ὦ λύκε, δικαίως τοῦτʼ ἂν ἔσχες, εἴ τις τῶν φίλων αὐτὸ κεχάρικέ σοι. “Πρὸς πλεονέκτας καὶ ἅρπαγας τοὺς μεμφομένους ἀλλήλοις ὁ μῦθος.