Ancient Greek · ~2 min
283. Λύκος καὶ Ποιμήν. (F. 105. C. 236 et p. 381.)
Aesopus Scr. Fab. et Aesopica, Fables 283. Λύκος καὶ Ποιμήν. (F. 105. C. 236 et p. 381.)
Not analysed yet
Λύκος, ἀκολουθῶν ποίμνῃ προβάτων, οὐδὲν ἠδίκει. Ὁ δὲ ποιμὴν κατʼ ἀρχὰς μὲν ἐφυλάττετο αὐτὸν ὡς πολέμιον, καὶ δεδοικὼς παρετηρεῖτο. Ἐπεὶ δὲ συνεχῶς ἐκεῖνος παρεπόμενος οὐδʼ ἀρχὴν ἁρπάζειν ἐπεχείρει, τὸ τηνικαῦτα ἐννοήσας φύλακα μᾶλλον αὐτὸν εἶναι ἢ ἐπίβουλον, ἐπειδὴ χρεία τις αὐτὸν κατέλαβεν εἰς ἄστυ παραγενέσθαι, καταλιπὼν παρʼ αὐτῷ τὰ πρόβατα ἀπηλλάγη. Καὶ ὃς καιρὸν ἔχειν ὑπολαβὼν τὰ πλείω διέφθειρεν. Ὁ δὲ ποιμὴν ἐπανελθὼν καὶ θεασάμενος τὴν ποίμνην διεφθαρμένην, ἔφη· „ἀλλʼ ἐγὼ δίκαια πέ πονθα· τί γὰρ λύκῳ πρόβατα ἐπίστευον; “Οὕτως καὶ τῶν ἀνθρώπων οἱ τοῖς φιλαργύροις καὶ πλεονέκταις τὰς παρακαταθήκας ἐγχειρίζοντες εἰκότως ἀποστεροῦνται.