Ancient Greek · ~1 min
284. Λύκος καὶ Πρόβατον. (C.106. F. 257. S. 157.)
Aesopus Scr. Fab. et Aesopica, Fables 284. Λύκος καὶ Πρόβατον. (C.106. F. 257. S. 157.)
Not analysed yet
Λύκος, ὑπὸ κυνῶν δηχθεὶς καὶ κακῶς πάσχων, ἐβέβλητο. Τροφῆς δὲ ἀπορῶν, θεασάμενος πρόβατον, ἐδεῖτο ποτὸν ἐκ τοῦ παραῤῥέοντος αὐτῷ ποταμοῦ κομίσαι. „Εἰ γὰρ σύ μοι“ φησὶ ,,δώσεις ποτὸν, ἐγὼ τροφὴν ἐμαυτῷ εὑρήσω Τὸ δὲ ὑποτυχὸν ἔφη· „ἀλλʼ ἐὰν ἐγὼ ποτὸν ἐπιδῶ σοι, σὺ καὶ τροφῇ μοι χρήσῃ. “Ὁ μῦθος πρὸς ἄνδρα κακοῦργον, διʼ ὑποκρίσεως ἐνεδρεύοντα.