Ancient Greek · ~1 min
285. Λύχνος. (C. 239. F. 305. B. 114.)
Aesopus Scr. Fab. et Aesopica, Fables 285. Λύχνος. (C. 239. F. 305. B. 114.)
Not analysed yet
Μεθύων λύχνος [ἐν] ἐλαίῳ καὶ φέγγων, ἐκαυχᾶτο, ὡς ὑπὲρ ἥλιον πλέον λάμπει. Ἀνέμου δὲ πνοῆς συρισάσης, εὐθὺς ἐσβέσθη. Ἐκ δευτέρου δὲ ἅπτων τις εἶπεν αὐτῷ· „φαῖνε λύχνε καὶ σίγα· τῶν ἀστέρων τὸ φέγγος οὔποτε ἐκλείπει. “Ὅτι οὐ δεῖ τινα ἐν τοῖς λαμπροῖς καὶ τῇ δόξῃ τοῦ βίου τυφοῦσθαι· ὅσα γὰρ ἂν κτήσηται, ξένα τυγχάνει.