Ancient Greek · ~2 min
290. Μηναγύρται. (C. 24l. F.306. S. 162. B. 126.)
Aesopus Scr. Fab. et Aesopica, Fables 290. Μηναγύρται. (C. 24l. F.306. S. 162. B. 126.)
Not analysed yet
Μηναγύρται, ὄνον ἔχοντες, τούτῳ εἰώθεσαν τὰ σκεύη ἐπιτιθέντες ὁδοιπορεῖν. Καὶ δή ποτε ἀποθανόντος αὐτοῦ ἀπὸ κόπου, ἐκδείραντες αὐτὸν, ἐκ τοῦ δέρματος τύμπανα κατεσκεύασαν, καὶ τούτοις ἐχρῶντο. Ἑτέρων δὲ αὐτοῖς μηναγυρτῶν ἀπαντησάντων καὶ πυνθανομένων αὐτῶν, ποῦ ἂν εἴη ὁ ὄνος, ἔφασαν, τεθνηκέναι μὲν αὐτὸν, πληγὰς δὲ τοσαύτας λαμβάνειν, ὅσας οὐδὲ ζῶν ὑπέμεινεν. Οὕτω καὶ τῶν οἰκετῶν ἔνιοι, εἰ καὶ τῆς δουλείας ἀφεθῶσιν, τῶν δουλικῶν οὐκ ἀπαλλάττονται.