Ancient Greek · ~2 min
291. Μύες καὶ Γαλαῖ. (S. 163. F. 115. C. 242 et p.382.)
Aesopus Scr. Fab. et Aesopica, Fables 291. Μύες καὶ Γαλαῖ. (S. 163. F. 115. C. 242 et p.382.)
Not analysed yet
Μυσὶ καὶ γαλαῖς πόλεμος ἦν. Ἀεὶ δὲ οἱ μύες ἡττώμενοι, ἐπειδὴ συνῆλθον εἰς ταὐτὸν, ὑπέλαβον, ὅτι διʼ ἀναρχίαν τοῦτο πάσχουσιν· ὅθεν ἐπιλεξάμενοί τινας ἑαυτῶν στρατηγοὺς ἐχειροτόνησαν· οἱ δὲ βουλόμενοι ἐπισημότεροι τῶν ἄλλων εἶναι, κέρατα κατασκευάσαντες ἑαυτοῖς συνῆψαν. Ἐνστάσης δὲ τῆς μάχης, συνέβη πάντας τοὺς μύας ἡττηθῆναι. Οἱ μὲν οὖν ἄλλοι πάντες ῥᾳδίως εἰσέδυνον· οἱ δὲ στρατηγοὶ, μὴ δυνάμενοι εἰσελθεῖν διὰ τὰ κέρατα αὑτῶν, συλλαμβανόμενοι κατησθίοντο. Οὕτω πολλοῖς ἡ κενοδοξία κακῶν αἰτία [διὰ φιληδονίαν] γίνεται.