Ancient Greek · ~4 min
291b. Ἄλλως. (F. 175. C. p. 383. B. 31.)
Aesopus Scr. Fab. et Aesopica, Fables 291b. Ἄλλως. (F. 175. C. p. 383. B. 31.)
Not analysed yet
Ποτὲ γαλέαι ἐμάχοντο τοῖς μυσὶν, αὐτούς κατατροποῦσαι καὶ ἀναιροῦσαι. Εἶπον δὲ οἱ μύες καθʼ ἑαυτοὺς τοιαῦτα· „οὐ παραλόγως γαλέαι ἡμᾶς ἡττῶσιν· οὐ γὰρ κτώμεθα ἄνακτα, ὥσπερ αὗται, οὐδὲ στρατηγοὺς ἐπὶ τῇ παρατάξει, καὶ διὰ τοῦτο ταλαιπωροῦμεν πάντες, καὶ φυγάδες γινόμεθα τοῦ πολέμου. Καὶ παραυτίκα συμβούλιον λαβόντες, κατεστήσαντο τοὺς παμμεγέθεις μύας ἀρχηγέτας τε καὶ στρατηγοὺς τῶν ἄλλων. Καὶ δὴ ἔνοπλοι ἅπαντες γεγονότες, καὶ παρατάξεις αὖθις πεποιηκότες, ἢρξαντο κρότων τῶν τοῦ πολέμου. Τῶν γὰρ αὐτῶν σαλπίγγων σαλπισασῶν ἐναπήρξαντο πολεμεῖν πρὸς τὰς γαλέας· αἵ κατὰ κράτος τοὺς μύας ἡττήσασαι, ἔτρεψαν τοὺς δυστήνους εἰς φυγήν. Οἱ μὲν οὖν ἄοπλοι πεφευγότες ἐν τοῖς τοίχοις εἰσεληλύθεσαν εἰς ῥαγάδας αὐτίκα· οἱ δʼ ἔνοπλοι καὶ ἀρχηγέται τούτων, οἵ τε ἄρχοντες καὶ στρατηγοὶ τῶν ἄλλων, μὴ δυνάμενοι ἐν ταῖς ὀπαῖς ἐμβῆναι, διεφθάρησαν ἅπαντες ὑπὸ τῶν γαλεῶν. Ὁ μῦθος δηλοῖ, ὅτι πρὸς τὸ ζῆν ἀκινδύνως κρείττων ἐστὶν ἡ εὐτέλεια, ἢ ἡ λαμπρότης καὶ δόξα τοῦ βίου.