Ancient Greek · ~3 min
295. Μύρμηξ καὶ Κάνθαρος. (S. 111. F. 84. C. 244 et p. 384.)
Aesopus Scr. Fab. et Aesopica, Fables 295. Μύρμηξ καὶ Κάνθαρος. (S. 111. F. 84. C. 244 et p. 384.)
Not analysed yet
Θέρους ὥρᾳ μύρμηξ περιπατῶν κατὰ τὴν ἄρουραν πυροὺς καὶ κριθὰς συνέλεγεν, ἀποθησαυριζόμενος ἑαυτῷ τροφὴν εἰς τὸν χειμῶνα. Κάνθαρος δὲ τοῦτον θεασάμενος ἐθαύμασεν ὡς ἐπιπονώτατον, εἴγε παρʼ αὐτὸν τὸν καιρὸν μοχθεῖ, παρʼ ὃν τὰ ἄλλα ζῶα πόνων ἀφειμένα ῥᾳστώνην ἄγει. Ὁ δὲ τότε μὲν ἡσύχαζεν· ὕστερον δὲ, ὅτε χειμὼν ἐνέστη, τῆς κόπρου ὑπὸ τοῦ ὄμβρου κλυσθείσης, ὁ κάνθαρος ἧκε πρὸς αὐτὸν λιμώττων καὶ τροφῆς μεταλαβεῖν δεόμενος. Ὁ δὲ ἔφη πρὸς αὐτόν· „ὦ κάνθαρε, ἀλλʼ εἰ τότε ἐπόνεις, ὅτε ἐμόχθουν καί με ὠνείδιζες, οὐκ ἂν νῦν τροφῆς ἐπεδέου. “Οὕτως οἱ παρὰ τὰς εὐθηνίας τοῦ μέλλοντος μὴ προνοούμενοι παρὰ τὰς τῶν καιρῶν μεταβολὰς τὰ μέγιστα δυστυχοῦσι.