Ancient Greek · ~2 min
296. Μύρμηξ καὶ Περιστερά. (C. 41. S. 165.)
Aesopus Scr. Fab. et Aesopica, Fables 296. Μύρμηξ καὶ Περιστερά. (C. 41. S. 165.)
Not analysed yet
Μύρμηξ διψήσας, κατελθὼν εἰς πηγὴν, παρασυρεὶς ὑπὸ τοῦ ῥεύματος, ἀπεπνίγετο. Περιστερὰ δὲ τοῦτο θεασαμένη, κλῶνα δένδρου περιελοῦσα, εἰς τὴν πηγὴν ἔδῤῤιψεν, ἐφʼ οὐ καὶ καθίσας ὁ μύρμηξ διεσώθη. Ἰξευτὴς δέ τις μετὰ τοῦτο τοὺς καλάμους συνθεὶς, ἐπὶ τὸ τὴν περιστερὰν συλλαβεῖν ᾔει. Τοῦτο δʼ ὁ μύρμηξ ἐωρακὼς, τὸν τοῦ ἰξευτοῦ πόδα ἔδακεν. Ὁ δὲ ἀλγήσας τούς τε καλάμους ἔῤῤιψε, καὶ τὴν περιστερὰν αὐτίκα φυγεῖν ἐποίησεν. Ὁ μῦθος δηλοῖ, ὅτι δεῖ τοῖς εὐεργέταις χάριν ἀποδιδόναι.