Ancient Greek · ~2 min
297. Μῦς ἀρουραῖος καὶ Μῦς ἀστικός. (C. 301. F. 121.)
Aesopus Scr. Fab. et Aesopica, Fables 297. Μῦς ἀρουραῖος καὶ Μῦς ἀστικός. (C. 301. F. 121.)
Not analysed yet
Μῦς ἀρουραῖος ἀστικῷ γίνεται φίλος μυῒ, καὶ τὴν φιλίαν πιστούμενος πρῶτος εἰς ἀγρὸν τὸν ἀστικὸν παρελάμιβανε, καὶ ξενίαν αὐτῷ παρετίθει καὶ τράπεζαν, ἃ φέρειν οἶδε τοῖς ἐνοικοῦσιν ἀγρός. Ἀμειβόμενος δὲ τὴν ξενίαν ὁ ἀστικὸς εἰς ἄστυ τὸν ἀρουραῖον ἐκόμιζε, καὶ εἰς ἀνδρὸς εὐπόρου παρελάμβανεν οἶκον. Ὡς δὲ τῶν ὄντων ἤδη προσάπτεσθαι ἤθελον, προσιών τις ἀνέκοπτε· καὶ τοσαυτάκις τῆς ἐν τοῖς ὄψοις ἀπηλαύνοντο πείρας, ὁσάκις ἐπειρῶντο μεταλαμβάνειν. Καὶ τελευταῖον ὁ ἀρουραῖος„ ἄπειμι“ ἔφη, „τὴν ἐν ἀγροῖς προτιμῶν μετριότητα τῆς ἐν ἄστει τρυφῆς. “Οὕτως οἱ μέτρια κτώμενοι τῶν πλουτούντων εἰσὶν αἱρετώτεροι.