Ancient Greek · ~2 min
296b. Ἄλλως. (F. 118. C p.300.)
Aesopus Scr. Fab. et Aesopica, Fables 296b. Ἄλλως. (F. 118. C p.300.)
Not analysed yet
Μύρμηξ διψήσας, κατελθὼν εἰς πηγὴν καὶ βουλόμενος πιεῖν, ἀπεπνίγετο· περιστερὰ δὲ καθεζομένη ἐν τῷ παρεστηκότι δένδρῳ, ἐθεάσατο αὐτὸν, καὶ κόψασα φύλλον ἀπὸ τοῦ δένδρου ἔδῤῥιψεν εἰς τὴν πηγὴν, διʼ οὖ ἐπιβὰς ὁ μύρμηξ ἐσώθη. Ἰξευτὴς δέ τις παρασταθεὶς καὶ συνθεὶς τοὺς καλάμους, τὴν περιστερὰν συλλαβεῖν ἐβουλήθη. Ὁ δὲ μύρμηξ θεασάμενος, ἔδακε τὸν πόδα τοῦ ἰξευτοῦ. Ὁ δὲ ἀλγήσας, ῥίψας τοὺς καλάμους, ἐποίησε φυγεῖν τὴν περιστεράν. Ὁ μῦθος δηλοῖ, ὅτι, εἰ καὶ τὰ ἄλογα ζῶα αἴσθησιν ἔχουσι τοῦ καλοῦ, πῶς οὐ δεῖ ἡμᾶς τοὺς εὐεργέτας ἀμείβεσθαι; [ἤ· Δύνανται καὶ τὰ μικρὰ τοῖς εὐεργέταις μεγάλας ἀμοιβὰς παρέχειν.]