Ancient Greek · ~2 min
299. Μῦς καὶ Ταῦρος. (B. 112.)
Aesopus Scr. Fab. et Aesopica, Fables 299. Μῦς καὶ Ταῦρος. (B. 112.)
Not analysed yet
Μῦς ταῦρον ἔδακεν. ὁ δʼ ἐδίωκεν ἀλγήσας τὸν μῦν· φθάσαντος δʼ εἰς μυχὸν φυγεῖν τρώγλης, ὤρυσσεν ἑστὼς τοῖς κέρασι τοὺς τοίχους, ἕως κοπωθεὶς ὀκλάσας ἐκοιμήθη παρὰ τὴν ὀπὴν ὁ ταῦρος. ἔνθεν ἐκκύψας ὁ μῦς ἐφέρπει, καὶ πάλιν δακὼν φεύγει. ὁ δʼ ἐξαναστὰς οὐκ ἔχων ὃ ποιήσει διηπορεῖτο· τῷ δʼ ὁ μῦς ἐπιτρύξας· ,,οὐχ ὁ μέγας αἰεὶ δυνατός· ἔσθʼ ὅπου μᾶλλον τὸ μικρὸν εἶναι καὶ ταπεινὸν ἰσχύει. “