Ancient Greek · ~2 min
300. Ναυαγός. (C. 246. F. 308. S. 30.)
Aesopus Scr. Fab. et Aesopica, Fables 300. Ναυαγός. (C. 246. F. 308. S. 30.)
Not analysed yet
Ἀνὴρ πλούσιος Ἀθηναῖος μεθʼ ἑτέρων τινῶν ἔπλει. Καὶ δὴ χειμῶνος σφοδροῦ γενομένου, καὶ τῆς νεὼς περιτραπείσης, οἱ μὲν λοιποὶ πάντες διενήχοντο, ὁ δὲ Ἀθηναιτς παρʼ ἕκαστα τὴν Ἀθηνᾶν ἐπικαλούμενος μυρία ἐπηγγέλλετο, ἐὰν περισωθῇ. Εἷς δέ τις τῶν συννεναυαγηκότων παρανηχόμενος ἔφη πρὸς αὐτόν· ,,σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνει. “Τοὺς εἰς συμφορὰς ἐμπίπτοντας χρὴ καὶ αὐτοὺς ὑπὲρ ἑαυτῶν κοπιᾶν, καὶ εἶθʼ οὕτως τοῦ θεοῦ περὶ βοηθείας δέεσθαι.