Ancient Greek · ~2 min
301b. Ἄλλως. (C. 26.)
Aesopus Scr. Fab. et Aesopica, Fables 301b. Ἄλλως. (C. 26.)
Not analysed yet
Δύο νεανίσκοι μαγείρῳ παρεκάθηντο. Καὶ δὴ τοῦ μαγείρου περί τι τῶν οἰκείων ἔργων ἀσχολουμένου, ἅτερος τούτων, μέρος τι τῶν κρεῶν ὑφελόμενος, εἰς τὸν θατέρου καθῆκε κόλπον. Ἐπιστραφέντος δὲ τοῦ μαγείρου καὶ τὸ κρέας ἐπιζητοῦντος, ὁ μὲν εἰληφὼς ὤμνυε μὴ ἔχειν, ὁ δʼ ἔχων μὴ εἰληφέναι. Ὁ δὲ μάγειρος, αἰσθόμενος τὴν κακουργίαν αὐτῶν, εἶπεν· ,,ἀλλὰ κἂν ἐμὲ λάθητε, τόν γʼ ἐπιορκούμενον θεὸν οὔκουν λήσετε. “