Ancient Greek · ~2 min
302. Νεανίσκος καὶ Ἵππος. (C. 332. F. 402. ex Lucian Cynico c. 18.)
Aesopus Scr. Fab. et Aesopica, Fables 302. Νεανίσκος καὶ Ἵππος. (C. 332. F. 402. ex Lucian Cynico c. 18.)
Not analysed yet
Νεανίσκος τις ἐφʼ ἵππον ἀνέβη μαινόμενον. Αρπάσας δὲ αὐτὸν ἔφερεν ὁ ἵππος· ὁ δʼ οὐκ ἔτι καταβηναι τοῦ ἵππου θέοντος ἐδύνατο. Καί τις ἀπαντήσας ἠρώτησεν αὐτὸν ,,ποίαν ἄπεισιν; “Ὁ δʼ εἶπεν· ,,ὅποι ἂν τούτῳ δοκῇ,“ δεικνὺς τὸν ἵππον. Οὕτω πολλοὶ, ἄν τις ἐρωτᾷ ,,ποῖ φέρεσθε; “τἀληθῆ ἐθέλοντες λέγειν, ἐροῦσιν, ἀπλῶς μὲν ,,ὅποιπερ ἂν ταῖς ἐπιθυμίαις δοκῇ,“ κατὰ μέρος δὲ ὅποιπερ ἄν τῇ ἡδονῇ δοκῇ, ποτὲ δὲ ὅποι τῇ δόξῃ, ποτὲ δὲ αὖ τῇ φιλοκερδείᾳ· ποτὲ δὲ ὁ θυμὸς, ποτὲ δὲ ὁ φόβος, ποτὲ δὲ ἄλλο τι τοιοῦτον αὐτούς ἐκφέρει.