Ancient Greek · ~2 min
303. Νεβρὸς καὶ Ἔλαφος. (F. 120. C. 56 et p. 309.
Aesopus Scr. Fab. et Aesopica, Fables 303. Νεβρὸς καὶ Ἔλαφος. (F. 120. C. 56 et p. 309.
Not analysed yet
Νεβρὸς δήπστε πρὸς τὴν ἔλαφον εἶπε· ,,σὺ τῷ μεγέθει μείζων κυνὸς τυγχάνεις καὶ ταχυτάτη καὶ ὀξεῖα πρὸς δρόμον, κέρατα δὲ πρὸς ἂμυναν κατέχεις· καὶ τί, ὦ μῆτερ, οὕτω φοβῇ τοὺς κύνας ; “Ἡ δὲ πρὸς αὐτὸν ἔφη γελῶσα οὕτως· ,,ὅτι μὲν ἐγὼ ταῦτα ἅπαντα ἔχω, εὖ οἶδα σαφῶς καὶ γινώσκω, ὦ τέκνον· ἐπὰν δὲ κυνὸς ὑλακῆς ἀκούσω, σκοτοῦμαι καὶ πρὸς φυγὴν τρέπομαι. “Ὁ μῦθος δηλοῖ, ὅτι τοὺς ἀνθρώπους τοὺς φύσει δειλοὺς οὐδεμία παραίνεσις ἀνθρώπου ἐπιδῥώννυσι.