Ancient Greek · ~2 min
305. Νοσῶν καὶ Ἰατρός. (C. 43 et p. 302. F. 126.)
Aesopus Scr. Fab. et Aesopica, Fables 305. Νοσῶν καὶ Ἰατρός. (C. 43 et p. 302. F. 126.)
Not analysed yet
Νοσῶν τις καὶ ὑπὸ τοῦ ἰατροῦ ἐρωτώμενος, ὅπως διετέθη, πλέον εἶπε τοῦ δέοντος ἱδρωκέναι· ὁ δὲ ἀγαθὸν ἔφη τοῦτʼ εἶναι. Ἐκ δευτέρου δὲ παρʼ αὐτοῦ πάλιν ἐρωτηθεὶς, ὅπως ἔσχε, φρίκῃ συσχεθεὶς εἶπε σφοδρῶς διατετινάχθαι· ὁ δὲ καὶ τοῦτʼ ἀγαθὸν ἔφησεν εἶναι. Ἐκ δὲ τρίτου αὖθις ἐρωτηθεὶς, ὅπως διεγένετο, εἶπεν ὑδέρῳ περιπεπτωκέναι· ὁ δὲ καὶ τοῦτο πάλιν ἀγαθὸν εἶπεν εἶναι. Εἶτα τῶν οἰκείων τινὸς αὐτὸν ἐρωτήσαντος, ὅπως ἔχει· ,,ἐγὼ“ εἶπεν, ,,ὡ οὗτος, ὑπὸ τῶν ἀγαθῶν ἀπόλλυμαι. “Ὁ μῦθος δηλοῖ, ὅτι μάλιστα τῶν ἀνθρώπων δυσχεραίνομεν τοὺς πρὸς χάριν ἀεὶ βουλομένους λέγειν.