Ancient Greek · ~3 min
306. Νυκτερὶς καὶ Βάτος καὶ Αἴθυια. (S. 167.)
Aesopus Scr. Fab. et Aesopica, Fables 306. Νυκτερὶς καὶ Βάτος καὶ Αἴθυια. (S. 167.)
Not analysed yet
Νυκτερὶς καὶ βάτος καὶ αἴθυια πρὸς ἀλλήλους κοιωνίαν σπεισάμενοι ἐμπορεύεσθαι διέγνωσαν. Καὶ ἡ μὲν νυκτερὶς ἀργύριον δανεισαμένη εἰς μέσον κατέθηκεν, ἡ δὲ βάτος ἐσθῆτα ἐνεβάλετο, ἡ δὲ αἴθυια τὸ πλοῖον. Χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νεὼς περιτραπείσης, πάντα ἀπολέσαντες αὐτοὶ ἐπὶ τὴν γῆν διεσώθησαν. Καὶ ἡ μὲν αἴθυια ἀπʼ ἐκείνου τὸ πλοῖον ζητοῦσα ἐπὶ (κατὰ ?)τοῦ βυθοῦ δύνει, οἰομένη ποτὲ εὑρήσειν· ἡ δὲ νυκτερὶς τοὺς δανειστὰς φοβουμένη ἡμέρας μὲν οὐ φαίνεται, νυκτὸς δὲ ἐπὶ νομὴν ἔξεισιν· ἡ δὲ βάτος τὰς ἐσθῆτας ἐπιζητοῦσα τῶν παριόντων ἐπιλαμβάνεται (τῶν) ἱματίων, προσδοκῶσα τὰ ἴδια ἐπιγνώσεσθαι. Ὁ λόγος δηλοῖ, ὅτι περὶ ταῦτα μᾶλλον σπουδάζομεν, περὶ ἃ πρότερον πταίσωμεν.