Ancient Greek · ~3 min
306b. Ἄλλως. (C.42 et p.300. F.124.)
Aesopus Scr. Fab. et Aesopica, Fables 306b. Ἄλλως. (C.42 et p.300. F.124.)
Not analysed yet
Νυκτερὶς καὶ βάτος καὶ αἴθυια, ἑταιρείαν ποιησάμενοι, ἐμπορικὸν διέγνωσαν βίον ζῆν. Ἡ μὲν οὖν νυκτερὶς ἀργύριον δανεισαμένη καθῆκεν εἰς τὸ μέσον, ἡ δὲ βάτος ἐσθῆτα μεθʼ ἑαυτῆς ἔλαβεν, ἡ δὲ αἴθυια τρίτη χαλκόν· καὶ ἀπέπλευσαν. Χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νεὼς περιτραπείσης, πάντα ἀπολέσαντες αὐτοὶ ἐπὶ τὴν γῆν διεσώθησαν. Ἐξ ἐκείνου τοίνυν ἡ μὲν αἴθυια τοῖς αἰγιαλοῖς ἀεὶ παρεδρεύει, μή που τὸν χαλκὸν ἐκβάλλει ἡ θάλαττα· ἡ δὲ νυκτερὶς, τοὺς δανειστὰς φοβουμένη, τῆς μὲν ἡμέρας οὐ φαίνεται, νύκτωρ δʼ ἐπὶ νομὴν ἔξεισιν· ἡ δὲ βάτος τῆς τῶν παριόντων ἐσθῆτος ἐπιλαμβάνεται, εἴ που τὴν οἰκείαν ἐπιγνοίη ζητοῦσα. Ὁ μῦθος δηλοῖ, ὅτι περὶ ἃ σπουδάζομεν, τούτοις ἐς ὕστερον περιπίπτομεν.