Ancient Greek · ~2 min
307b. Ἄλλως. (S. 219.)
Aesopus Scr. Fab. et Aesopica, Fables 307b. Ἄλλως. (S. 219.)
Not analysed yet
Ταὼν γεράνου κατεγέλα, κωμῳδῶν τὴν χροιὰν αὐ- τοῦ καὶ λέγων ὡς ,,ἐγὼ μὲν χρυσὸν καὶ πορφύραν ἐν- δέδυμαι, σύ δὲ οὐδὲν καλὸν φέρεις ἐν πτεροῖς. “Ὁ δὲ ,,ἀλλʼ ἐγώ “ἔφη ,,τῶν ἀστέρων ἔγγιστα φωνῶ, καὶ εἰς τὰ οὐράνια ὕψη ἵπταμαι· σὺ δὲ, ὡς ἀλέκτωρ, κάτω μετʼ ὀρνίθων βαίνεις. “Ὅτι κρεῖττον περίβλεπτον εἶναί τινα ἐν πενιχρᾷ ἐσθῆτι ἢ ζῆν ἀδόξως ἐν πλούτῳ γαυρούμενον.