Ancient Greek · ~1 min
398. Ταὼς καὶ Κολοιός (S.216. C. 53 et p.308. F. 183.)
Aesopus Scr. Fab. et Aesopica, Fables 398. Ταὼς καὶ Κολοιός (S.216. C. 53 et p.308. F. 183.)
Not analysed yet
Τῶν ὀρνέων βουλευσαμένων περὶ βασιλείας, ταὼς ήξίου ἑαυτὸν χειροτονεῖσθαι βασιλέα διὰ τὸ κάλλος· ὁρμωμένων δὲ ἐπὶ τοῦτο τῶν ὀρνέων, κολοιὸς εἶπεν· ,,ἀλλʼ ἐὰν σοῦ βασιλεύοντος ὁ ἀετὸς ἡμᾶς διώκῃ, πῶς ἡμῖν ἐπαρκέσεις; “Ὁ μῦθος δηλοῖ, ὅτι τοὺς ἄρχοντας οὐ διὰ κάλλος μόνον, ἀλλὰ καὶ ῥώμην καὶ φρόνησιν ἐκλέγεσθαι δεῖ.