Ancient Greek · ~2 min
308b. Ἄλλως. (C. 44 )
Aesopus Scr. Fab. et Aesopica, Fables 308b. Ἄλλως. (C. 44 )
Not analysed yet
Γεωργόν φασι παρὰ ποταμὸν βαδίζοντα ἀποβαλεῖν ἀξίνην· κατοικτείραντα δὲ τὸν ποταμὸν ἀνεῖναι αὐτῷ ἀργυρᾶν. Τοῦ δὲ φήσαντος, οὐκ εἶναι ταύτην αὑτου, ἀνεῖναι αὖθις χρυσῆν. Ἀρνησαμένου δὲ καὶ ταύτην, τὸν ποταμὸν τὴν ἰδίαν αὐτῷ ἀναδοῦναι, καὶ τὰς ἄλλας δωρήσασθαι, ἀγασθέντα αὐτὸν τῆς δικαιοσύνης. Ἕτερον δὲ γεωργὸν, βουλόμενον τῶν αὐτῶν τυχεῖν, ἑκόντα καταβαλεῖν τὴν ἀξίνην ἐν τῷ αὐῷ ποταμῷ. Τὸν δὲ ποταμὸν οὐδὲ τὴν ἰδίαν αὐτῷ ἀναπέμψαι. Τὸν δὲ πρότερον γεωργὸν παρατυχόντα εἰπεῖν πρὸς αὐτόν· ,,οὐκ ἀεὶ ποταμὸς ἀξίνας φέρει. “