Ancient Greek · ~2 min
309. Ὁδοιπόροι. (C.83. F.237. S.67.)
Aesopus Scr. Fab. et Aesopica, Fables 309. Ὁδοιπόροι. (C.83. F.237. S.67.)
Not analysed yet
Δύο τινὲς κατὰ ταὐτὸν ὡδοιπόρουν, καὶ θατέρου πέλεκυν εὑρόντος, ἅτερος ὁ μὴ εὑρὼν παρῄνει αὐτῷ μὴ λέγειν ,,εὕρηκα,“ ἀλλʼ ,,εὑρήκαμεν. “Μετὰ μικρὸν δὲ ἐπελθόντων αὐτοῖς τῶν τὸν πέλεκυν ἀποβεβληκότων, ὁ ἔχων αὐτὸν διωκόμενος πρὸς τὸν μὴ εὑρόντα συνοδοιπόρον ἔλεγεν· ,,ἀπολώλαμεν. “Ὁ δʼ εἶπεν· ,,ἀπόλωλα λέγε, οὐκ ἀπολώλαμεν· καὶ γὰρ καὶ ὅτε τὸν πέλεκυν εὖρες, εὕρηκα ἔλεγες, οὐχ εὑρήκαμεν. “Ὁ μῦθος δηλοῖ, ὅτι οἱ μὴ μεταλαμβάνοντες τῶν εὐτυχημάτων οὐδʼ ἐν ταῖς συμφοραῖς βέβαιοί εἰσι φίλοι.