Ancient Greek · ~2 min
311. Ὁδοιπόροι καὶ Ἄρκτος. (C. 249. F. 57. S.65.)
Aesopus Scr. Fab. et Aesopica, Fables 311. Ὁδοιπόροι καὶ Ἄρκτος. (C. 249. F. 57. S.65.)
Not analysed yet
Δύο φίλοι τὴν αὐτὴν ὁδὸν ἐβάδιζον. Ἄρκτου δὲ αὐτοῖς ἐπιφανείσης, ὁ μὲν εἷς φθάσας ἀνέβη ἐπί τι δένδρον καὶ ἐνταῦθα ἐκρύπτετο· ὁ δὲ ἕτερος, μέλλων περικατάληπτος γίνεσθαι, πεσὼν ἐπὶ τοῦ ἐδάφους ἑαυτὸν νεκρὸν προσεποιεῖτο. Τῆς δὲ ἄρκτου προσενεγκούσης αὐτῷ τὸ ῥύγχος καὶ περιοσφραινομένης, τὰς ἀναπνοὰς συνεῖχε· φασὶ γὰρ νεκροῦ μὴ ἅπτεσθαι τὸ ζῶον. Ἀπαλλαγείσης δὲ, ὁ ἀπὸ τοῦ δένδρου καταβὰς ἐπυνθάνετο τοῦ ἑτέρου, τί ἡ ἄρκτος πρὸς τὸ οὖς εἰρήκει. Ὁ δὲ εἶπε, τοῦ λοιποῦ τοιούτοις μὴ συνοδοιπορεῖν φίλοις, οἳ ἐν κινδύνοις οὐ παραμένουσιν. Ὁ λόγος δηλοῖ, ὅτι τοὺς γνησίους τῶν φίλων αἰ συμφοραὶ δοκιμάζουσιν.