Ancient Greek · ~2 min
310. Ὁδοιπόροι. (C. 110. F.258. S. 172.)
Aesopus Scr. Fab. et Aesopica, Fables 310. Ὁδοιπόροι. (C. 110. F.258. S. 172.)
Not analysed yet
Ὁδοιπόροι, κατά τινα αἰγιαλὸν ὁδεύοντες, ἦλθον ἐπί τινα σκοπιάν. Κἀκεῖθεν θεασάμενοι φρύγανα πόῤῥωθεν ἐπιπλέοντα, ναῦν εἶναι μεγάλην ᾠήθησαν· διὸ δὴ προσέμενον, ὡς μελλούσης αὐτῆς προσορμίζεσθαι. Ἐπεὶ δὲ ὑπὸ ἀνέμου φερόμενα τὰ φρύγανα ἐγγυτέρω ἐγένετο, οὐκέτι ναῦν, ἀλλὰ πλοῖον ἐδόκουν βλέπειν. Ἐξενεχθέντα δὲ αὐτὰ φρύγανα ὄντα ἰδόντες, πρὸς ἀλλήλους ἔφασαν· ,,ὡς ἄρα μάτην ἡμεῖς τὸ μηδὲν ὂν προσεδεχόμεθα. “Ὁ μῦθος δηλοῖ, ὅτι τῶν ἀνθρώπων ἔνιοι, ἐξ ἀπροόπτου δοκοῦντες φοβεροὶ εἶναι, ὅταν εἰς πεῖραν λθωσιν, οὐδενὸς εὑρίσκονται ἄξιοι.