Ancient Greek · ~1 min
314. Ὁδοιπόρος καὶ Ἀλήθεια.
Aesopus Scr. Fab. et Aesopica, Fables 314. Ὁδοιπόρος καὶ Ἀλήθεια.
Not analysed yet
(C. 365 e p. 411. F. 364. B. 127.) Ὁδοιπορῶν τις ἐν ἐρήμῳ εὗρε γυναῖκα μόνην κατηφῆ ἑστῶσαν, καί φησιν αὐτῇ· ,,τίς εἶ; “δʼ ἔφη ,,Ἀλήθεια. “,,Καὶ διὰ ποίαν αἰτίαν τὴν πόλιν ἀφεῖσα τὴν ἐρημίαν οἰκεῖς; “δʼ εἶπεν· ,,ὅτι τοῖς πάλαι καιροῖς παρʼ ὀλίγοις ἦν τὸ ψεῦδος, νῦν δὲ εἰς πάντας ἀνθρώπους ἐστὶν, ἐάν τι ἀκούειν καὶ λέγειν θέλῃς.